Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.420 | Joseph. BJ 6.426 (English) | >>Joseph. BJ 6.434 |
6.423οἱ δʼ ἐνστάσης ἑορτῆς , πάσχα καλεῖται , καθʼ ἣν θύουσιν μὲν ἀπὸ ἐνάτης ὥρας μέχρις ἑνδεκάτης , ὥσπερ δὲ φατρία περὶ ἑκάστην γίνεται θυσίαν οὐκ ἐλάσσων ἀνδρῶν δέκα , μόνον γὰρ οὐκ ἔξεστιν δαίνυσθαι , πολλοὶ δὲ καὶ συνείκοσιν ἀθροίζονται ,
6.424τῶν μὲν θυμάτων εἰκοσιπέντε
-- -- γίνονται ἀνδρῶν , ἵνʼ ἑκάστου δέκα δαιτυμόνας θῶμεν , μυριάδες ἑβδομήκοντα καὶ διακόσιαι καθαρῶν ἁπάντων καὶ ἁγίων ·
6.426οὔτε γὰρ λεπροῖς οὔτε γονορροιϊκοῖς οὔτε γυναιξὶν ἐπεμμήνοις οὔτε τοῖς ἄλλως μεμιασμένοις ἐξὸν ἦν τῆσδε τῆς θυσίας μεταλαμβάνειν ,
6.427ἀλλʼ οὐδὲ τοῖς ἀλλοφύλοις , ὅσοι κατὰ θρησκείαν παρῆσαν , πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται .
6.428τότε γε μὴν ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνεκλείσθη τὸ ἔθνος , καὶ ναστὴν ὁ πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο .
6.429πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμονίαν φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων · ἐπεὶ γοῦν τῶν φανερῶν οὓς μὲν ἀνεῖλον οὓς δʼ ᾐχμαλωτίσαντο Ῥωμαῖοι , τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων καὶ τοὔδαφος ἀναῤῥηγνύντες ὅσοις μὲν ἐνετύγχανον ἔκτεινον ,
6.430εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ πλείους δισχιλίων , οἱ μὲν ὑπὸ σφῶν αὐτῶν οἱ δὲ ὑπʼ ἀλλήλων , τὸ πλέον δʼ ὑπὸ τοῦ λιμοῦ διεφθαρμένοι .
6.431δεινὴ δʼ ὑπήντα τοῖς ἐπεισπίπτουσιν ὀδμὴ τῶν σωμάτων , ὡς πολλοὺς μὲν ἀναχωρεῖν εὐθέως , τοὺς δὲ ὑπὸ πλεονεξίας εἰσδύεσθαι νεκροὺς σεσωρευμένους ἐμπατοῦντας ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.420 | Joseph. BJ 6.426 (English) | >>Joseph. BJ 6.434 |